Ancient Greek · ~8 min
12.20 to 12.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 12.20-34
Not analysed yet
κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ,ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν . καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν . Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός · καὶ ἐθεράπευσεν αὐτόν ,ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν . καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον · Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ ; οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον · Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων . εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς · Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς ἐρημοῦται ,καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς οὐ σταθήσεται . καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει ,ἐφ’ ἑαυτὸν ἐμερίσθη · πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ ; καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια ,οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν ; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν . εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ,ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ . ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι ,ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν ; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει . ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν ,καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει . διὰ τοῦτο λέγω ὑμῖν ,πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις ,ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται . καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ,ἀφεθήσεται αὐτῷ · ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου ,οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι . Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν ,ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν · ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται . γεννήματα ἐχιδνῶν ,πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες ; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ .