Ancient Greek · ~8 min
13.19 to 13.31
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 13.19-31
Not analysed yet
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ,ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ · οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς . ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς ,οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν ,οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν ,γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται . ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς ,οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων ,καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον ,καὶ ἄκαρπος γίνεται . ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς ,οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς ,ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα . Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων · Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ . ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν . ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν ,τότε ἐφάνη καὶ τὰ ζιζάνια . προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ · Κύριε ,οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ ; πόθεν οὖν ἔχει ζιζάνια ; ὁ δὲ ἔφη αὐτοῖς · Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν . οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν · Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά ; ὁ δέ φησιν · Οὔ ,μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον · ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ · καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς · Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά ,τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου . Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων · Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ,ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ ·