Ancient Greek · ~8 min
13.32 to 13.46
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 13.32-46
Not analysed yet
ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ,ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ,ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ . Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς · Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ,ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον . Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις ,καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς · ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος · Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ,ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς . Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν . καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες · Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ . ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου · ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος · τὸ δὲ καλὸν σπέρμα ,οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας · τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ ,ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος · ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν ,οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν . ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται ,οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος · ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ ,καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν ,καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν . ὁ ἔχων ὦτα ἀκουέτω . Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ,ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν ,καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον . Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας · εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν .