Ancient Greek · ~8 min
14.1 to 14.18
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 14.1-18
Not analysed yet
Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ ,καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ · Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής · αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν ,καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ . Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ,ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης · Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν · καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ,ὅτι ὡς προφήτην αὐτὸν εἶχον . γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ ,ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται . ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς · Δός μοι ,φησίν ,ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ . καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι ,καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ · καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ ,καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς . καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν ,καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ . Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν · καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων . καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον ,καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν . ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες · Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν · ἀπόλυσον τοὺς ὄχλους ,ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν · δότε αὐτοῖς ὑμεῖς φαγεῖν . οἱ δὲ λέγουσιν αὐτῷ · Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας . ὁ δὲ εἶπεν · Φέρετέ μοι ὧδε αὐτούς .