Ancient Greek · ~6 min
13.47 to 13.58
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 13.47-58
Not analysed yet
Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ · ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη ,τὰ δὲ σαπρὰ ἔξω ἔβαλον . οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος · ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . Συνήκατε ταῦτα πάντα ; λέγουσιν αὐτῷ · Ναί . ὁ δὲ εἶπεν αὐτοῖς · Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά . καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ,μετῆρεν ἐκεῖθεν . Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν ,ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν · Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις ; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός ; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας ; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν ; πόθεν οὖν τούτῳ ταῦτα πάντα ; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ . καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν .