Ancient Greek
15.1 to 15.21
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 15.1-21
Not analysed yet
Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων ; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν . ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν ; ὁ γὰρ θεὸς εἶπεν · Τίμα τὸν πατέρα καὶ τὴν μητέρα ,καί · Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω · ὑμεῖς δὲ λέγετε · Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί · Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ,οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ · καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν . ὑποκριταί ,καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων · Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ ,ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ · μάτην δὲ σέβονταί με ,διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων . Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς · Ἀκούετε καὶ συνίετε · οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ,ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον . Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ · Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν ; ὁ δὲ ἀποκριθεὶς εἶπεν · Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται . ἄφετε αὐτούς · τυφλοί εἰσιν ὁδηγοί τυφλῶν · τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ,ἀμφότεροι εἰς βόθυνον πεσοῦνται . Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ · Φράσον ἡμῖν τὴν παραβολήν ταύτην . ὁ δὲ εἶπεν · Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε ; οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται ; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται ,κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον . ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί ,φόνοι ,μοιχεῖαι ,πορνεῖαι ,κλοπαί ,ψευδομαρτυρίαι ,βλασφημίαι . ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον ,τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον . Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος .