Ancient Greek · ~9 min
15.22 to 15.37
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 15.22-37
Not analysed yet
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα · Ἐλέησόν με ,κύριε υἱὸς Δαυίδ · ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται . ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον . καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες · Ἀπόλυσον αὐτήν ,ὅτι κράζει ὄπισθεν ἡμῶν . ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα · Κύριε ,βοήθει μοι . ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις . ἡ δὲ εἶπεν · Ναί ,κύριε ,καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν . τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ · Ὦ γύναι ,μεγάλη σου ἡ πίστις · γενηθήτω σοι ὡς θέλεις . καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης . Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ,καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ . καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν κωφούς ,τυφλούς ,χωλούς ,κυλλούς ,καὶ ἑτέρους πολλούς ,καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ ,καὶ ἐθεράπευσεν αὐτούς · ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας · καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ . Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν · Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ,ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν · καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω ,μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ . καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί · Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον ; καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς · Πόσους ἄρτους ἔχετε ; οἱ δὲ εἶπαν · Ἑπτά ,καὶ ὀλίγα ἰχθύδια . καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις . καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν ,καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις .