Ancient Greek · ~9 min
17.1 to 17.17
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 17.1-17
Not analysed yet
Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ,καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν . καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν ,καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος ,τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς . καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ’ αὐτοῦ . ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ · Κύριε ,καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι · εἰ θέλεις ,ποιήσω ὧδε τρεῖς σκηνάς ,σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν . ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς ,καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα · Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ,ἐν ᾧ εὐδόκησα · ἀκούετε αὐτοῦ . καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα . καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν · Ἐγέρθητε καὶ μὴ φοβεῖσθε . ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον . Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων · Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ . καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες · Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον ; ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα · λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν ,καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν · οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν . τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς . Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων · Κύριε ,ἐλέησόν μου τὸν υἱόν ,ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει ,πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ . καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου ,καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι . ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ,ἕως πότε μεθ’ ὑμῶν ἔσομαι ; ἕως πότε ἀνέξομαι ὑμῶν ; φέρετέ μοι αὐτὸν ὧδε .