Ancient Greek · ~6 min
17.18 to 17.27
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 17.18-27
Not analysed yet
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς ,καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον · καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης . Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον · Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό ; ὁ δὲ λέγει αὐτοῖς · Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν · ἀμὴν γὰρ λέγω ὑμῖν ,ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ,ἐρεῖτε τῷ ὄρει τούτῳ · Μετάβα ἔνθεν ἐκεῖ ,καὶ μεταβήσεται ,καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν . Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ,καὶ ἀποκτενοῦσιν αὐτόν ,καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται . καὶ ἐλυπήθησαν σφόδρα . Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν · Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα ; λέγει · Ναί . καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων · Τί σοι δοκεῖ ,Σίμων ; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων ; εἰπόντος δέ · Ἀπὸ τῶν ἀλλοτρίων ,ἔφη αὐτῷ ὁ Ἰησοῦς · Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί . ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς ,πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον ,καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα · ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ .