Ancient Greek · ~7 min
20.20 to 20.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 20.20-34
Not analysed yet
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ . ὁ δὲ εἶπεν αὐτῇ · Τί θέλεις ; λέγει αὐτῷ · Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου . ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Οὐκ οἴδατε τί αἰτεῖσθε · δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν . λέγουσιν αὐτῷ · Δυνάμεθα . λέγει αὐτοῖς · Τὸ μὲν ποτήριόν μου πίεσθε ,τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ,ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου . Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν . ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν · Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν . οὐχ οὕτως ἔσται ἐν ὑμῖν · ἀλλ’ ὃς ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος ,καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος · ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν . Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς . καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ,ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ,ἔκραξαν λέγοντες · Κύριε ,ἐλέησον ἡμᾶς ,υἱὸς Δαυίδ . ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν · οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες · Κύριε ,ἐλέησον ἡμᾶς ,υἱὸς Δαυίδ . καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν · Τί θέλετε ποιήσω ὑμῖν ; λέγουσιν αὐτῷ · Κύριε ,ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν . σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν ,καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ .