Ancient Greek · ~8 min
20.1 to 20.19
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 20.1-19
Not analysed yet
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ . συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ . καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς · καὶ ἐκείνοις εἶπεν · Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα ,καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν · οἱ δὲ ἀπῆλθον . πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως . περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ,καὶ λέγει αὐτοῖς · Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί ; λέγουσιν αὐτῷ · Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο . λέγει αὐτοῖς · Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα . ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ · Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων . καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον . καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται · καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί . λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες · Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν ,καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα . ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν · Ἑταῖρε ,οὐκ ἀδικῶ σε · οὐχὶ δηναρίου συνεφώνησάς μοι ; ἆρον τὸ σὸν καὶ ὕπαγε · θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί · οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι ; οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι . Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ’ ἰδίαν ,καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς · Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα ,καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν ,καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ ,καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι ,καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται .