Ancient Greek
21.17 to 21.30
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 21.17-30
Not analysed yet
καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν ,καὶ ηὐλίσθη ἐκεῖ . Πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν . καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν ,καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον ,καὶ λέγει αὐτῇ · Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα · καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ . καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες · Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ,ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε ,οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ,ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε · Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν ,γενήσεται · καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε . Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ,ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ · τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων ; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες · Ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ ,ἐρεῖ ἡμῖν · Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ ; ἐὰν δὲ εἴπωμεν · Ἐξ ἀνθρώπων ,φοβούμεθα τὸν ὄχλον ,πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην . καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν · Οὐκ οἴδαμεν . ἔφη αὐτοῖς καὶ αὐτός · Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ . Τί δὲ ὑμῖν δοκεῖ ; ἄνθρωπος εἶχεν τέκνα δύο . προσελθὼν τῷ πρώτῳ εἶπεν · Τέκνον ,ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι . ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐ θέλω · ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν . προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως · ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ἐγώ ,κύριε · καὶ οὐκ ἀπῆλθεν .