Ancient Greek · ~9 min
21.31 to 21.46
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 21.31-46
Not analysed yet
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός ; λέγουσιν · Ὁ πρῶτος . λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ . ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης ,καὶ οὐκ ἐπιστεύσατε αὐτῷ · οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ · ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ . Ἄλλην παραβολὴν ἀκούσατε . Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον ,καὶ ἐξέδετο αὐτὸν γεωργοῖς ,καὶ ἀπεδήμησεν . ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ,ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ . καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ,ὃν δὲ ἀπέκτειναν ,ὃν δὲ ἐλιθοβόλησαν . πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων ,καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως . ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων · Ἐντραπήσονται τὸν υἱόν μου . οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς · Οὗτός ἐστιν ὁ κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ · καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν . ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος ,τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ; λέγουσιν αὐτῷ · Κακοὺς κακῶς ἀπολέσει αὐτούς ,καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς ,οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν . Λέγει αὐτοῖς ὁ Ἰησοῦς · Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς · Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ κυρίου ἐγένετο αὕτη ,καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν ; διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς . Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται · ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν . Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει · καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ,ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον .