Ancient Greek
22.42 to 22.46
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 22.42-46
Not analysed yet
λέγων · Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ ; τίνος υἱός ἐστιν ; λέγουσιν αὐτῷ · Τοῦ Δαυίδ . λέγει αὐτοῖς · Πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων · Εἶπεν κύριος τῷ κυρίῳ μου · Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου ; εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον ,πῶς υἱὸς αὐτοῦ ἐστιν ; καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον ,οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι .