Ancient Greek · ~9 min
22.19 to 22.41
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 22.19-41
Not analysed yet
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου . οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον . καὶ λέγει αὐτοῖς · Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή ; λέγουσιν αὐτῷ · Καίσαρος . τότε λέγει αὐτοῖς · Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ . καὶ ἀκούσαντες ἐθαύμασαν ,καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν . Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι ,λέγοντες μὴ εἶναι ἀνάστασιν ,καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες · Διδάσκαλε ,Μωϋσῆς εἶπεν · Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ,ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ . ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί · καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν ,καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ · ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ,ἕως τῶν ἑπτά · ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή . ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή ; πάντες γὰρ ἔσχον αὐτήν . Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ · ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ,ἀλλ’ ὡς ἄγγελοι θεοῦ ἐν τῷ οὐρανῷ εἰσιν · περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος · Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων . καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ . Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό . καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν · Διδάσκαλε ,ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ ; ὁ δὲ ἔφη αὐτῷ · Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου · αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή . Δευτέρα δὲ ὁμοία αὐτῇ · Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται . Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς