Ancient Greek · ~8 min
25.1 to 25.20
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 25.1-20
Not analysed yet
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις ,αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου . πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι . αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον · αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν . χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον . μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν · Ἰδοὺ ὁ νυμφίος ,ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ . τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν . αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν · Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ,ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται . ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι · Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν · πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς . ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος ,καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους ,καὶ ἐκλείσθη ἡ θύρα . ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι · Κύριε κύριε ,ἄνοιξον ἡμῖν · ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ἀμὴν λέγω ὑμῖν ,οὐκ οἶδα ὑμᾶς . γρηγορεῖτε οὖν ,ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν . Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ ,καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν ,ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν ,καὶ ἀπεδήμησεν . εὐθέως πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε · ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο · ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ . μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων · Κύριε ,πέντε τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα .