Ancient Greek
25.21 to 25.35
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 25.21-35
Not analysed yet
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ · Εὖ ,δοῦλε ἀγαθὲ καὶ πιστέ ,ἐπὶ ὀλίγα ἦς πιστός ,ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου . προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν · Κύριε ,δύο τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα . ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ · Εὖ ,δοῦλε ἀγαθὲ καὶ πιστέ ,ἐπὶ ὀλίγα ἦς πιστός ,ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου . προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν · Κύριε ,ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος ,θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας · καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ · ἴδε ἔχεις τὸ σόν . ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ · Πονηρὲ δοῦλε καὶ ὀκνηρέ ,ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα ; ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις ,καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ . ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα · τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται · τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ . καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ ,τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ · καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη ,καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων ,ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων ,καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων . τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ · Δεῦτε ,οἱ εὐλογημένοι τοῦ πατρός μου ,κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου . ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν ,ἐδίψησα καὶ ἐποτίσατέ με ,ξένος ἤμην καὶ συνηγάγετέ με ,