Ancient Greek · ~8 min
26.1 to 26.21
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 26.1-21
Not analysed yet
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους ,εἶπεν τοῖς μαθηταῖς αὐτοῦ · Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται ,καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι . Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα ,καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν · ἔλεγον δέ · Μὴ ἐν τῇ ἑορτῇ ,ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ . Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ,προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου . ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες · Εἰς τί ἡ ἀπώλεια αὕτη ; ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς . γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Τί κόπους παρέχετε τῇ γυναικί ; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ · πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν ,ἐμὲ δὲ οὐ πάντοτε ἔχετε · βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν . ἀμὴν λέγω ὑμῖν ,ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ ,λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς . Τότε πορευθεὶς εἷς τῶν δώδεκα ,ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης ,πρὸς τοὺς ἀρχιερεῖς εἶπεν · Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν ; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια . καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ . Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες · Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα ; ὁ δὲ εἶπεν · Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ · Ὁ διδάσκαλος λέγει · Ὁ καιρός μου ἐγγύς ἐστιν · πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου . καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ,καὶ ἡτοίμασαν τὸ πάσχα . Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν καὶ ἐσθιόντων αὐτῶν εἶπεν · Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με .