Ancient Greek
26.22 to 26.38
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 26.22-38
Not analysed yet
καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος · Μήτι ἐγώ εἰμι ,κύριε ; ὁ δὲ ἀποκριθεὶς εἶπεν · Ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει · ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ ,οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται · καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος . ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν · Μήτι ἐγώ εἰμι ,ῥαββί ; λέγει αὐτῷ · Σὺ εἶπας . Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν · Λάβετε φάγετε ,τοῦτό ἐστιν τὸ σῶμά μου . καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων · Πίετε ἐξ αὐτοῦ πάντες ,τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν · λέγω δὲ ὑμῖν ,οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου . καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν . Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς · Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ ,γέγραπται γάρ · Πατάξω τὸν ποιμένα ,καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης · μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν . ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ · Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί ,ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι . ἔφη αὐτῷ ὁ Ἰησοῦς · Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με . λέγει αὐτῷ ὁ Πέτρος · Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν ,οὐ μή σε ἀπαρνήσομαι . ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν . Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ ,καὶ λέγει τοῖς μαθηταῖς · Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι . καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν . τότε λέγει αὐτοῖς · Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ .