Ancient Greek
27.21 to 27.40
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 27.21-40
Not analysed yet
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς · Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν ; οἱ δὲ εἶπαν · Τὸν Βαραββᾶν . λέγει αὐτοῖς ὁ Πιλᾶτος · Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν ; λέγουσιν πάντες · Σταυρωθήτω . ὁ δὲ ἔφη · Τί γὰρ κακὸν ἐποίησεν ; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες · Σταυρωθήτω . Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων · Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου · ὑμεῖς ὄψεσθε . καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν · Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν . τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν ,τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ . Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν . καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ ,καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ ,καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες · Χαῖρε ,βασιλεῦ τῶν Ἰουδαίων ,καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ . καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ,ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι . Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα · τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ . Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ,ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος ,ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον · καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν . σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ,καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ . καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην · Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων . Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί ,εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων . οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες · Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν ,σῶσον σεαυτόν · εἰ υἱὸς εἶ τοῦ θεοῦ ,κατάβηθι ἀπὸ τοῦ σταυροῦ .