Ancient Greek · ~8 min
27.1 to 27.20
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 27.1-20
Not analysed yet
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν · καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι . Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις λέγων · Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον . οἱ δὲ εἶπαν · Τί πρὸς ἡμᾶς ; σὺ ὄψῃ . καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν ,καὶ ἀπελθὼν ἀπήγξατο . οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν · Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ,ἐπεὶ τιμὴ αἵματός ἐστιν · συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις . διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον . τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος · Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια ,τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ ,καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως ,καθὰ συνέταξέν μοι κύριος . Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος · καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων · Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ; ὁ δὲ Ἰησοῦς ἔφη · Σὺ λέγεις . καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο . τότε λέγει αὐτῷ ὁ Πιλᾶτος · Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ,ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν . Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον . εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Ἰησοῦν Βαραββᾶν . συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος · Τίνα θέλετε ἀπολύσω ὑμῖν ,Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν ; ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν . Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα · Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ ,πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν . Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν .