Ancient Greek
5.1 to 5.19
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 5.1-19
Not analysed yet
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . μακάριοι οἱ πενθοῦντες ,ὅτι αὐτοὶ παρακληθήσονται . μακάριοι οἱ πραεῖς ,ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν . μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ,ὅτι αὐτοὶ χορτασθήσονται . μακάριοι οἱ ἐλεήμονες ,ὅτι αὐτοὶ ἐλεηθήσονται . μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ,ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . μακάριοι οἱ εἰρηνοποιοί ,ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται . μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ . χαίρετε καὶ ἀγαλλιᾶσθε ,ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς · οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν . Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς · ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ,ἐν τίνι ἁλισθήσεται ; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων . Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου . οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη · οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν ,καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ . οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ,ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς . Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι · ἀμὴν γὰρ λέγω ὑμῖν ,ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ ,ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ,ἕως ἂν πάντα γένηται . ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους ,ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ ,οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν .