Ancient Greek · ~8 min
5.20 to 5.33
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 5.20-33
Not analysed yet
λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων ,οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν . Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐ φονεύσεις · ὃς δ’ ἂν φονεύσῃ ,ἔνοχος ἔσται τῇ κρίσει . ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει · ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ · Ῥακά ,ἔνοχος ἔσται τῷ συνεδρίῳ · ὃς δ’ ἂν εἴπῃ · Μωρέ ,ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός . ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ ,ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου ,καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου . ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ ,μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ ,καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ ,καὶ εἰς φυλακὴν βληθήσῃ · ἀμὴν λέγω σοι ,οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην . Ἠκούσατε ὅτι ἐρρέθη · Οὐ μοιχεύσεις . ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ . εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε ,ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ ,συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν . καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ,ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ ,συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ . Ἐρρέθη δέ · Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ ,δότω αὐτῇ ἀποστάσιον . ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι ,καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται . Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐκ ἐπιορκήσεις ,ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου .