Ancient Greek
9.17 to 9.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 9.17-34
Not analysed yet
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς · εἰ δὲ μή γε ,ῥήγνυνται οἱ ἀσκοί ,καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται · ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς ,καὶ ἀμφότεροι συντηροῦνται . Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν · ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν ,καὶ ζήσεται . καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ . Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ · ἔλεγεν γὰρ ἐν ἑαυτῇ · Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι . ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν · Θάρσει ,θύγατερ · ἡ πίστις σου σέσωκέν σε . καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης . καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον ἔλεγεν · Ἀναχωρεῖτε ,οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει · καὶ κατεγέλων αὐτοῦ . ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος ,εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς ,καὶ ἠγέρθη τὸ κοράσιον . καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην . Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες · Ἐλέησον ἡμᾶς ,υἱὲ Δαυίδ . ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί ,καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς · Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι ; λέγουσιν αὐτῷ · Ναί ,κύριε . τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων · Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν . καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί . καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων · Ὁρᾶτε μηδεὶς γινωσκέτω · οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ . Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον · καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός . καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες · Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ . οἱ δὲ Φαρισαῖοι ἔλεγον · Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια .