Ancient Greek · ~8 min
9.1 to 9.16
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 9.1-16
Not analysed yet
Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν . Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον . καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ · Θάρσει ,τέκνον · ἀφίενταί σου αἱ ἁμαρτίαι . καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς · Οὗτος βλασφημεῖ . καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν · Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν ; τί γάρ ἐστιν εὐκοπώτερον ,εἰπεῖν · Ἀφίενταί σου αἱ ἁμαρτίαι ,ἢ εἰπεῖν · Ἔγειρε καὶ περιπάτει ; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας —τότε λέγει τῷ παραλυτικῷ · Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου . καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ . ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις . Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον ,Μαθθαῖον λεγόμενον ,καὶ λέγει αὐτῷ · Ἀκολούθει μοι · καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ . Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ ,καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ . καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ · Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν ; ὁ δὲ ἀκούσας εἶπεν · Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες . πορευθέντες δὲ μάθετε τί ἐστιν · Ἔλεος θέλω καὶ οὐ θυσίαν · οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς . Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες · Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά ,οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος ; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος ,καὶ τότε νηστεύσουσιν . οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ · αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου ,καὶ χεῖρον σχίσμα γίνεται .