Ancient Greek · ~9 min
1.21 to 1.38
NOVUM TESTAMENTUM, Gospel of John 1.21-38
Not analysed yet
καὶ ἠρώτησαν αὐτόν · Τί οὖν ; σὺ Ἠλίας εἶ ; καὶ λέγει · Οὐκ εἰμί . Ὁ προφήτης εἶ σύ ; καὶ ἀπεκρίθη · Οὔ . εἶπαν οὖν αὐτῷ · Τίς εἶ ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς · τί λέγεις περὶ σεαυτοῦ ; ἔφη · Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · Εὐθύνατε τὴν ὁδὸν κυρίου ,καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης . Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων . καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ · Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης ; ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων · Ἐγὼ βαπτίζω ἐν ὕδατι · μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε ,ὁ ὀπίσω μου ἐρχόμενος ,οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος . ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ,ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων . Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν ,καὶ λέγει · Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου . οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον · Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ,ὅτι πρῶτός μου ἦν · κἀγὼ οὐκ ᾔδειν αὐτόν ,ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων . καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ ,καὶ ἔμεινεν ἐπ’ αὐτόν · κἀγὼ οὐκ ᾔδειν αὐτόν ,ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν · Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν ,οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ · κἀγὼ ἑώρακα ,καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ θεοῦ . Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο ,καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει · Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ . καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ . στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς · Τί ζητεῖτε ; οἱ δὲ εἶπαν αὐτῷ · Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε ),ποῦ μένεις ;