Ancient Greek · ~7 min
1.39 to 1.51
NOVUM TESTAMENTUM, Gospel of John 1.39-51
Not analysed yet
λέγει αὐτοῖς · Ἔρχεσθε καὶ ὄψεσθε . ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει ,καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην · ὥρα ἦν ὡς δεκάτη . ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ · εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ · Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός ). ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν . ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν · Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου ,σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος ). Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν . καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀκολούθει μοι . ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά ,ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου . εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ · Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν ,Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ . καὶ εἶπεν αὐτῷ Ναθαναήλ · Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι ; λέγει αὐτῷ ὁ Φίλιππος · Ἔρχου καὶ ἴδε . εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ · Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν . λέγει αὐτῷ Ναθαναήλ · Πόθεν με γινώσκεις ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε . ἀπεκρίθη αὐτῷ Ναθαναήλ · Ῥαββί ,σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ,σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ . ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις ; μείζω τούτων ὄψῃ . καὶ λέγει αὐτῷ · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου .