Ancient Greek · ~8 min
10.1 to 10.16
NOVUM TESTAMENTUM, Gospel of John 10.1-16
Not analysed yet
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής · ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων . τούτῳ ὁ θυρωρὸς ἀνοίγει ,καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά . ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ ,ἔμπροσθεν αὐτῶν πορεύεται ,καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ ,ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ · ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ ,ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν . ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς . Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων . πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί · ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα . ἐγώ εἰμι ἡ θύρα · δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει . ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ · ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν . Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός · ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων · ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν ,οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια ,θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει —καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει . ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων . ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ,καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά ,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα ,καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων . καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης · κἀκεῖνα δεῖ με ἀγαγεῖν ,καὶ τῆς φωνῆς μου ἀκούσουσιν ,καὶ γενήσονται μία ποίμνη ,εἷς ποιμήν .