Ancient Greek · ~3 min
9.35 to 9.41
NOVUM TESTAMENTUM, Gospel of John 9.35-41
Not analysed yet
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω ,καὶ εὑρὼν αὐτὸν εἶπεν · Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου . ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν · Καὶ τίς ἐστιν ,κύριε ,ἵνα πιστεύσω εἰς αὐτόν ; εἶπεν αὐτῷ ὁ Ἰησοῦς · Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν . ὁ δὲ ἔφη · Πιστεύω ,κύριε · καὶ προσεκύνησεν αὐτῷ . καὶ εἶπεν ὁ Ἰησοῦς · Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ,ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται . ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες ,καὶ εἶπον αὐτῷ · Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Εἰ τυφλοὶ ἦτε ,οὐκ ἂν εἴχετε ἁμαρτίαν · νῦν δὲ λέγετε ὅτι Βλέπομεν · ἡ ἁμαρτία ὑμῶν μένει .