Ancient Greek · ~3 min
10.36 to 10.42
NOVUM TESTAMENTUM, Gospel of John 10.36-42
Not analysed yet
ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς ,ὅτι εἶπον · Υἱὸς τοῦ θεοῦ εἰμι ; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου ,μὴ πιστεύετέ μοι · εἰ δὲ ποιῶ ,κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε ,ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί . ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι · καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν . Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων ,καὶ ἔμεινεν ἐκεῖ . καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν ,πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν . καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ .