Ancient Greek · ~8 min
11.1 to 11.19
NOVUM TESTAMENTUM, Gospel of John 11.1-19
Not analysed yet
Ἦν δέ τις ἀσθενῶν ,Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς . ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ,ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει . ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι · Κύριε ,ἴδε ὃν φιλεῖς ἀσθενεῖ . ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν · Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς . ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον . ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ ,τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας · ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς · Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν . λέγουσιν αὐτῷ οἱ μαθηταί · Ῥαββί ,νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι ,καὶ πάλιν ὑπάγεις ἐκεῖ ; ἀπεκρίθη Ἰησοῦς · Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ ,οὐ προσκόπτει ,ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει · ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί ,προσκόπτει ,ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ . ταῦτα εἶπεν ,καὶ μετὰ τοῦτο λέγει αὐτοῖς · Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ,ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν . εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ · Κύριε ,εἰ κεκοίμηται σωθήσεται . εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ . ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει . τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ · Λάζαρος ἀπέθανεν ,καὶ χαίρω δι’ ὑμᾶς ,ἵνα πιστεύσητε ,ὅτι οὐκ ἤμην ἐκεῖ · ἀλλὰ ἄγωμεν πρὸς αὐτόν . εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς · Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ . Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ . ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε . πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ .