Ancient Greek · ~9 min
12.18 to 12.34
NOVUM TESTAMENTUM, Gospel of John 12.18-34
Not analysed yet
διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον . οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς · Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν · ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν . Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ · οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας ,καὶ ἠρώτων αὐτὸν λέγοντες · Κύριε ,θέλομεν τὸν Ἰησοῦν ἰδεῖν . ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ · ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ . ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων · Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου . ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ ,αὐτὸς μόνος μένει · ἐὰν δὲ ἀποθάνῃ ,πολὺν καρπὸν φέρει . ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν ,καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν . ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω ,καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται · ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ . Νῦν ἡ ψυχή μου τετάρακται ,καὶ τί εἴπω ; πάτερ ,σῶσόν με ἐκ τῆς ὥρας ταύτης . ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην . πάτερ ,δόξασόν σου τὸ ὄνομα . ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ · Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω . ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι · ἄλλοι ἔλεγον · Ἄγγελος αὐτῷ λελάληκεν . ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν · Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς . νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου ,νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω · κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς ,πάντας ἑλκύσω πρὸς ἐμαυτόν . τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν . ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος · Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα ,καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου ; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου ;