Ancient Greek · ~8 min
16.19 to 16.32
NOVUM TESTAMENTUM, Gospel of John 16.19-32
Not analysed yet
ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν ,καὶ εἶπεν αὐτοῖς · Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον · Μικρὸν καὶ οὐ θεωρεῖτέ με ,καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με ; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ,ὁ δὲ κόσμος χαρήσεται · ὑμεῖς λυπηθήσεσθε ,ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται . ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ,ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς · ὅταν δὲ γεννήσῃ τὸ παιδίον ,οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον . καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε · πάλιν δὲ ὄψομαι ὑμᾶς ,καὶ χαρήσεται ὑμῶν ἡ καρδία ,καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν . καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν · ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ἄν τι αἰτήσητε τὸν πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου . ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου · αἰτεῖτε καὶ λήμψεσθε ,ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη . Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν · ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν . ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε ,καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν · αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς ,ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον . ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον · πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα . Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ · Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς ,καὶ παροιμίαν οὐδεμίαν λέγεις . νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ · ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες . ἀπεκρίθη αὐτοῖς Ἰησοῦς · Ἄρτι πιστεύετε ; ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε · καὶ οὐκ εἰμὶ μόνος ,ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν .