Ancient Greek · ~8 min
16.1 to 16.18
NOVUM TESTAMENTUM, Gospel of John 16.1-18
Not analysed yet
Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε . ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς · ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ . καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ . ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν . Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ,ὅτι μεθ’ ὑμῶν ἤμην . νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με · Ποῦ ὑπάγεις ; ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν . ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν ,συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω . ἐὰν γὰρ μὴ ἀπέλθω ,ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς · ἐὰν δὲ πορευθῶ ,πέμψω αὐτὸν πρὸς ὑμᾶς . καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως · περὶ ἁμαρτίας μέν ,ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ · περὶ δικαιοσύνης δέ ,ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με · περὶ δὲ κρίσεως ,ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται . Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ,ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι · ὅταν δὲ ἔλθῃ ἐκεῖνος ,τὸ πνεῦμα τῆς ἀληθείας ,ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ ,οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ ,ἀλλ’ ὅσα ἀκούσει λαλήσει ,καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν . ἐκεῖνος ἐμὲ δοξάσει ,ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν . πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν · διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν . Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με ,καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με . εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους · Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν · Μικρὸν καὶ οὐ θεωρεῖτέ με ,καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με ; καί · Ὅτι ὑπάγω πρὸς τὸν πατέρα ; ἔλεγον οὖν · Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν ; οὐκ οἴδαμεν τί λαλεῖ .