Ancient Greek · ~8 min
18.1 to 18.16
NOVUM TESTAMENTUM, Gospel of John 18.1-16
Not analysed yet
Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος ,εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ . ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον ,ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ . ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων . Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν ,καὶ λέγει αὐτοῖς · Τίνα ζητεῖτε ; ἀπεκρίθησαν αὐτῷ · Ἰησοῦν τὸν Ναζωραῖον . λέγει αὐτοῖς · Ἐγώ εἰμι . εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν . ὡς οὖν εἶπεν αὐτοῖς · Ἐγώ εἰμι ,ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί . πάλιν οὖν ἐπηρώτησεν αὐτούς · Τίνα ζητεῖτε ; οἱ δὲ εἶπαν · Ἰησοῦν τὸν Ναζωραῖον . ἀπεκρίθη Ἰησοῦς · Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι · εἰ οὖν ἐμὲ ζητεῖτε ,ἄφετε τούτους ὑπάγειν · ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα . Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν . ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος . εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ · Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην · τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό ; Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον · ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ,ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου · ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ . Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής . ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ,ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω . ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον .