Ancient Greek · ~9 min
18.17 to 18.32
NOVUM TESTAMENTUM, Gospel of John 18.17-32
Not analysed yet
λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός · Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου ; λέγει ἐκεῖνος · Οὐκ εἰμί . εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ,ὅτι ψῦχος ἦν ,καὶ ἐθερμαίνοντο · ἦν δὲ καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος . Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ . ἀπεκρίθη αὐτῷ Ἰησοῦς · Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ · ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ,ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται ,καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν · τί με ἐρωτᾷς ; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς · ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ . ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών · Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ ; ἀπεκρίθη αὐτῷ Ἰησοῦς · Εἰ κακῶς ἐλάλησα ,μαρτύρησον περὶ τοῦ κακοῦ · εἰ δὲ καλῶς ,τί με δέρεις ; ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα . Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος . εἶπον οὖν αὐτῷ · Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν · Οὐκ εἰμί . λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως ,συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον · Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ ; πάλιν οὖν ἠρνήσατο Πέτρος · καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν . Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον · ἦν δὲ πρωΐ · καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ,ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα . ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν · Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου ; ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν ,οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν . εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος · Λάβετε αὐτὸν ὑμεῖς ,καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν . εἶπον αὐτῷ οἱ Ἰουδαῖοι · Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα · ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν .