Ancient Greek · ~8 min
20.1 to 20.16
NOVUM TESTAMENTUM, Gospel of John 20.1-16
Not analysed yet
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον ,καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου . τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς ,καὶ λέγει αὐτοῖς · Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου ,καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν . ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής ,καὶ ἤρχοντο εἰς τὸ μνημεῖον . ἔτρεχον δὲ οἱ δύο ὁμοῦ · καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον ,καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια ,οὐ μέντοι εἰσῆλθεν . ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ ,καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον · καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα ,καὶ τὸ σουδάριον ,ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ,οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον · τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον ,καὶ εἶδεν καὶ ἐπίστευσεν · οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι . ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί . Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα . ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον ,καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ,ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ,ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ . καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι · Γύναι ,τί κλαίεις ; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου ,καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν . ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω ,καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα ,καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν . λέγει αὐτῇ Ἰησοῦς · Γύναι ,τί κλαίεις ; τίνα ζητεῖς ; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ · Κύριε ,εἰ σὺ ἐβάστασας αὐτόν ,εἰπέ μοι ποῦ ἔθηκας αὐτόν ,κἀγὼ αὐτὸν ἀρῶ . λέγει αὐτῇ Ἰησοῦς · Μαριάμ . στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί · Ραββουνι (ὃ λέγεται Διδάσκαλε ).