Ancient Greek · ~7 min
19.31 to 19.42
NOVUM TESTAMENTUM, Gospel of John 19.31-42
Not analysed yet
Οἱ οὖν Ἰουδαῖοι ,ἐπεὶ παρασκευὴ ἦν ,ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ,ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου ,ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν . ἦλθον οὖν οἱ στρατιῶται ,καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ · ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ,ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα ,οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη ,ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν ,καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ . καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν ,καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία ,καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ,ἵνα καὶ ὑμεῖς πιστεύητε . ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ · Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ . καὶ πάλιν ἑτέρα γραφὴ λέγει · Ὄψονται εἰς ὃν ἐξεκέντησαν . Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας ,ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων ,ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ · καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος . ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ . ἦλθεν δὲ καὶ Νικόδημος ,ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον ,φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν . ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων ,καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν . ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος ,καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν ,ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος · ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων ,ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ,ἔθηκαν τὸν Ἰησοῦν .