Ancient Greek · ~8 min
21.1 to 21.14
NOVUM TESTAMENTUM, Gospel of John 21.1-14
Not analysed yet
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος · ἐφανέρωσεν δὲ οὕτως . ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο . λέγει αὐτοῖς Σίμων Πέτρος · Ὑπάγω ἁλιεύειν · λέγουσιν αὐτῷ · Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί . ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον ,καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν . Πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν · οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν . λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς · Παιδία ,μή τι προσφάγιον ἔχετε ; ἀπεκρίθησαν αὐτῷ · Οὔ . ὁ δὲ εἶπεν αὐτοῖς · Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον ,καὶ εὑρήσετε . ἔβαλον οὖν ,καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων . λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ · Ὁ κύριός ἐστιν . Σίμων οὖν Πέτρος ,ἀκούσας ὅτι ὁ κύριός ἐστιν ,τὸν ἐπενδύτην διεζώσατο ,ἦν γὰρ γυμνός ,καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν · οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον ,οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων ,σύροντες τὸ δίκτυον τῶν ἰχθύων . Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον . λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν . ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν · καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον . λέγει αὐτοῖς ὁ Ἰησοῦς · Δεῦτε ἀριστήσατε . οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν · Σὺ τίς εἶ ; εἰδότες ὅτι ὁ κύριός ἐστιν . ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς ,καὶ τὸ ὀψάριον ὁμοίως . τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν .