Ancient Greek · ~8 min
21.15 to 21.25
NOVUM TESTAMENTUM, Gospel of John 21.15-25
Not analysed yet
Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς · Σίμων Ἰωάννου ,ἀγαπᾷς με πλέον τούτων ; λέγει αὐτῷ · Ναί ,κύριε ,σὺ οἶδας ὅτι φιλῶ σε . λέγει αὐτῷ · Βόσκε τὰ ἀρνία μου . λέγει αὐτῷ πάλιν δεύτερον · Σίμων Ἰωάννου ,ἀγαπᾷς με ; λέγει αὐτῷ · Ναί ,κύριε ,σὺ οἶδας ὅτι φιλῶ σε . λέγει αὐτῷ · Ποίμαινε τὰ πρόβατά μου . λέγει αὐτῷ τὸ τρίτον · Σίμων Ἰωάννου ,φιλεῖς με ; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον · Φιλεῖς με ; καὶ εἶπεν αὐτῷ · Κύριε ,πάντα σὺ οἶδας ,σὺ γινώσκεις ὅτι φιλῶ σε . λέγει αὐτῷ ὁ Ἰησοῦς · Βόσκε τὰ πρόβατά μου . ἀμὴν ἀμὴν λέγω σοι ,ὅτε ἦς νεώτερος ,ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες · ὅταν δὲ γηράσῃς ,ἐκτενεῖς τὰς χεῖράς σου ,καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις . τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν . καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ · Ἀκολούθει μοι . Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ,ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν · Κύριε ,τίς ἐστιν ὁ παραδιδούς σε ; τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ · Κύριε ,οὗτος δὲ τί ; λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι ,τί πρὸς σέ ; σύ μοι ἀκολούθει . ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει . οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’ · Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι ,τί πρὸς σέ ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα ,καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν . ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ,ἅτινα ἐὰν γράφηται καθ’ ἕν ,οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία .