Ancient Greek · ~8 min
3.1 to 3.16
NOVUM TESTAMENTUM, Gospel of John 3.1-16
Not analysed yet
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων ,Νικόδημος ὄνομα αὐτῷ ,ἄρχων τῶν Ἰουδαίων · οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ · Ῥαββί ,οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος · οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς ,ἐὰν μὴ ᾖ ὁ θεὸς μετ’ αὐτοῦ . ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ἀμὴν ἀμὴν λέγω σοι ,ἐὰν μή τις γεννηθῇ ἄνωθεν ,οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ . λέγει πρὸς αὐτὸν ὁ Νικόδημος · Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν ; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι ; ἀπεκρίθη Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω σοι ,ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος ,οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ . τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν ,καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν . μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν . τὸ πνεῦμα ὅπου θέλει πνεῖ ,καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις ,ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει · οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος . ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ · Πῶς δύναται ταῦτα γενέσθαι ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις ; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν ,καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε . εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε ,πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε ; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς ,ὁ υἱὸς τοῦ ἀνθρώπου . καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ ,οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ,ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον . Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν ,ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον .