Ancient Greek · ~8 min
3.17 to 3.31
NOVUM TESTAMENTUM, Gospel of John 3.17-31
Not analysed yet
οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ,ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ . ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται · ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ,ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ . αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ,ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα . πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς ,ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ · ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς ,ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα . Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν ,καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν . ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ ,ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ ,καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο · οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης . Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ . καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ · Ῥαββί ,ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου ,ᾧ σὺ μεμαρτύρηκας ,ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν . ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν · Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ . αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον · Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός ,ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου . ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν · ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ ,χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου . αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται . ἐκεῖνον δεῖ αὐξάνειν ,ἐμὲ δὲ ἐλαττοῦσθαι . Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν . ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ · ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν ·