Ancient Greek · ~8 min
4.35 to 4.50
NOVUM TESTAMENTUM, Gospel of John 4.35-50
Not analysed yet
οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται ; ἰδοὺ λέγω ὑμῖν ,ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν · ἤδη ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ,ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων . ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων · ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε · ἄλλοι κεκοπιάκασιν ,καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε . Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα . ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται ,ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς · καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας . καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ ,τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν · αὐτοὶ γὰρ ἀκηκόαμεν ,καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου . Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν · αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει . ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν ,ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι ,πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ ,καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν . Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας ,ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον . καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ . οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν ,ἤμελλεν γὰρ ἀποθνῄσκειν . εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν · Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε ,οὐ μὴ πιστεύσητε . λέγει πρὸς αὐτὸν ὁ βασιλικός · Κύριε ,κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου . λέγει αὐτῷ ὁ Ἰησοῦς · Πορεύου · ὁ υἱός σου ζῇ . ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο .