Ancient Greek · ~8 min
4.17 to 4.34
NOVUM TESTAMENTUM, Gospel of John 4.17-34
Not analysed yet
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ · Οὐκ ἔχω ἄνδρα . λέγει αὐτῇ ὁ Ἰησοῦς · Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω · πέντε γὰρ ἄνδρας ἔσχες ,καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ · τοῦτο ἀληθὲς εἴρηκας . λέγει αὐτῷ ἡ γυνή · Κύριε ,θεωρῶ ὅτι προφήτης εἶ σύ . οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν · καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ . λέγει αὐτῇ ὁ Ἰησοῦς · Πίστευέ μοι ,γύναι ,ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί . ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ,ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν ,ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν · ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ,ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ ,καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν · πνεῦμα ὁ θεός ,καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν . λέγει αὐτῷ ἡ γυνή · Οἶδα ὅτι Μεσσίας ἔρχεται ,ὁ λεγόμενος χριστός · ὅταν ἔλθῃ ἐκεῖνος ,ἀναγγελεῖ ἡμῖν ἅπαντα . λέγει αὐτῇ ὁ Ἰησοῦς · Ἐγώ εἰμι ,ὁ λαλῶν σοι . Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ ,καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει · οὐδεὶς μέντοι εἶπεν · Τί ζητεῖς ; ἢ τί λαλεῖς μετ’ αὐτῆς ; ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις · Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα · μήτι οὗτός ἐστιν ὁ χριστός ; ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν . Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες · Ῥαββί ,φάγε . ὁ δὲ εἶπεν αὐτοῖς · Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε . ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους · Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν ; λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον .