Ancient Greek · ~8 min
5.1 to 5.18
NOVUM TESTAMENTUM, Gospel of John 5.1-18
Not analysed yet
Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων ,καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα . ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά ,πέντε στοὰς ἔχουσα · ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων ,τυφλῶν ,χωλῶν ,ξηρῶν . ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ · τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον ,καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει ,λέγει αὐτῷ · Θέλεις ὑγιὴς γενέσθαι ; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν · Κύριε ,ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν · ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει . λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει . καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει . Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ . ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ · Σάββατόν ἐστιν ,καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον . ὃς δὲ ἀπεκρίθη αὐτοῖς · Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει . ἠρώτησαν οὖν αὐτόν · Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι · Ἆρον καὶ περιπάτει ; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν ,ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ . μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ · Ἴδε ὑγιὴς γέγονας · μηκέτι ἁμάρτανε ,ἵνα μὴ χεῖρόν σοί τι γένηται . ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ . καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ . ὁ δὲ ἀπεκρίνατο αὐτοῖς · Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι . διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον ,ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν ,ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ .