Ancient Greek · ~8 min
5.19 to 5.33
NOVUM TESTAMENTUM, Gospel of John 5.19-33
Not analysed yet
Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα · ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ,ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ . ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ ,καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ,ἵνα ὑμεῖς θαυμάζητε . ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ ,οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ . οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα ,ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ ,ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα . ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν . Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον ,καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν . Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν . ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ ,οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ · καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν ,ὅτι υἱὸς ἀνθρώπου ἐστίν . μὴ θαυμάζετε τοῦτο ,ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς ,οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως . Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν · καθὼς ἀκούω κρίνω ,καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν ,ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με . Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ,ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής · ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ ,καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ . ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην ,καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ ·