Ancient Greek · ~8 min
6.20 to 6.34
NOVUM TESTAMENTUM, Gospel of John 6.20-34
Not analysed yet
ὁ δὲ λέγει αὐτοῖς · Ἐγώ εἰμι ,μὴ φοβεῖσθε . ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον ,καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον . Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν ,καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον · ἀλλὰ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου . ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ,ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν . Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ · Ῥαββί ,πότε ὧδε γέγονας ; ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε · ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ,ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει ,τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός . εἶπον οὖν πρὸς αὐτόν · Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ ; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος . εἶπον οὖν αὐτῷ · Τί οὖν ποιεῖς σὺ σημεῖον ,ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι ; τί ἐργάζῃ ; οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ ,καθώς ἐστιν γεγραμμένον · Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν . εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ ,ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν · ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ . εἶπον οὖν πρὸς αὐτόν · Κύριε ,πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον .