Ancient Greek · ~8 min
6.1 to 6.19
NOVUM TESTAMENTUM, Gospel of John 6.1-19
Not analysed yet
Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος . ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς ,ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων . ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς ,καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ . ἦν δὲ ἐγγὺς τὸ πάσχα ,ἡ ἑορτὴ τῶν Ἰουδαίων . ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον · Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι ; τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν ,αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν . ἀπεκρίθη αὐτῷ Φίλιππος · Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ . λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ,Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου · Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια · ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους ; εἶπεν ὁ Ἰησοῦς · Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν . ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ . ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι . ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ,ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον . ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ · Συναγάγετε τὰ περισσεύσαντα κλάσματα ,ἵνα μή τι ἀπόληται . συνήγαγον οὖν ,καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν . οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον . Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος . Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν ,καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ . καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς ,ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο . ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον ,καὶ ἐφοβήθησαν .