Ancient Greek · ~8 min
6.51 to 6.65
NOVUM TESTAMENTUM, Gospel of John 6.51-65
Not analysed yet
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς · ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα ,καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς . Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες · Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν ; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα ,οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς . ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον ,κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ . ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις ,καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις . ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ . καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα ,καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ . οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς ,οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον · ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα . ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ . Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν · Σκληρός ἐστιν ὁ λόγος οὗτος · τίς δύναται αὐτοῦ ἀκούειν ; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς · Τοῦτο ὑμᾶς σκανδαλίζει ; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον ; τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν ,ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν · τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν . ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν . ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν . καὶ ἔλεγεν · Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός .