Ancient Greek · ~2 min
6.66 to 6.71
NOVUM TESTAMENTUM, Gospel of John 6.66-71
Not analysed yet
Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν . εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα · Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν ; ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος · Κύριε ,πρὸς τίνα ἀπελευσόμεθα ; ῥήματα ζωῆς αἰωνίου ἔχεις ,καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ . ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην ; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν . ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου · οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν ,εἷς ἐκ τῶν δώδεκα .